Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 4.27 | Dem. 4.31 (English) | >>Dem. 4.34 |
4.29εἰ δέ τις οἴεται μικρὰν ἀφορμὴν εἶναι , σιτηρέσιον τοῖς στρατευομένοις ὑπάρχειν , οὐκ ὀρθῶς ἔγνωκεν · ἐγὼ γὰρ οἶδα σαφῶς ὅτι , τοῦτʼ ἂν γένηται , προσποριεῖ τὰ λοιπὰ αὐτὸ τὸ στράτευμʼ ἀπὸ τοῦ πολέμου , οὐδένα τῶν Ἑλλήνων ἀδικοῦν οὐδὲ τῶν συμμάχων , ὥστʼ ἔχειν μισθὸν ἐντελῆ . ἐγὼ συμπλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος , ἐὰν μὴ ταῦθʼ οὕτως ἔχῃ . πόθεν οὖν ὁ πόρος τῶν χρημάτων , ἃ παρʼ ὑμῶν κελεύω γενέσθαι ;τοῦτʼ ἤδη λέξω .ἃ μὲν ἡμεῖς , ὦ ἄνδρες Ἀθηναῖοι , δεδυνήμεθʼ εὑρεῖν ταῦτʼ ἐστίν · ἐπειδὰν δʼ ἐπιχειροτονῆτε τὰς γνώμας , ἂν ὑμῖν ἀρέσκῃ , χειροτονήσετε , ἵνα μὴ μόνον ἐν τοῖς ψηφίσμασι καὶ ταῖς ἐπιστολαῖς πολεμῆτε Φιλίππῳ , ἀλλὰ καὶ τοῖς ἔργοις .
δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι , εἰ τὸν τόπον , ὦ ἄνδρες Ἀθηναῖοι , τῆς χώρας , πρὸς ἣν πολεμεῖτε , ἐνθυμηθείητε , καὶ λογίσαισθʼ ὅτι τοῖς πνεύμασιν καὶ ταῖς ὥραις τοῦ ἔτους τὰ πολλὰ προλαμβάνων διαπράττεται Φίλιππος , καὶ φυλάξας τοὺς ἐτησίας ἢ τὸν χειμῶνʼ ἐπιχειρεῖ , ἡνίκʼ ἂν ἡμεῖς μὴ δυναίμεθʼ ἐκεῖσʼ ἀφικέσθαι .
4.32δεῖ τοίνυν ταῦτʼ ἐνθυμουμένους μὴ βοηθείαις πολεμεῖν (ὑστεριοῦμεν γὰρ ἁπάντων ), ἀλλὰ παρασκευῇ συνεχεῖ καὶ δυνάμει . ὑπάρχει δʼ ὑμῖν χειμαδίῳ μὲν χρῆσθαι τῇ δυνάμει Λήμνῳ καὶ Θάσῳ καὶ Σκιάθῳ καὶ ταῖς ἐν τούτῳ τῷ τόπῳ νήσοις , ἐν αἷς καὶ λιμένες καὶ σῖτος καὶ ἃ χρὴ στρατεύματι πάνθʼ ὑπάρχει · τὴν δʼ ὥραν τοῦ ἔτους , ὅτε καὶ πρὸς τῇ γῇ γενέσθαι ῥᾴδιον καὶ τὸ τῶν πνευμάτων ἀσφαλές , πρὸς αὐτῇ τῇ χώρᾳ καὶ πρὸς τοῖς τῶν ἐμπορίων στόμασιν †ῥᾳδίως ἔσται .†
Πόρου Ἀπόδειξις
4.30
4.31
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 4.27 | Dem. 4.31 (English) | >>Dem. 4.34 |